• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Clemens von Alexandrien (150-215) Quis dives salvetur? Quis dives salvetur

III.

Χρὴ τοίνυν τοὺς φιλαλήθως καὶ φιλαδέλφως ............... καὶ μήτε καταθρασυνομένους αὐθάδως τῶν πλουσίων κλητῶν μήτε αὖ πάλιν ὑποπίπτοντας αὐτοῖς διὰ οἰκείαν φιλοκέρδειαν, πρῶτον μὲν αὐτῶν ἐξαιρεῖν τῷ λόγῳ τὴν κενὴν ἀπόγνωσιν καὶ δηλοῦν μετὰ τῆς δεούσης ἐξηγήσεως τῶν λογίων τοῦ κυρίου διότι οὐκ ἀποκέκοπται τέλεον αὐτοῖς ἡ κληρονομία τῆς βασιλείας τῶν οὐρανῶν, ἐὰν ὑπακούσωσι ταῖς ἐντολαῖς· εἶθ' ὁπόταν μάθωσιν ὡς ἀδεὲς δεδίασι δέος καὶ ὅτι βουλομένους αὐτοὺς ὁ σωτὴρ ἀσμένως δέχεται, τότε καὶ προδεικνύναι καὶ μυσταγωγεῖν, ὅπως ἂν καὶ δι' οἵων ἔργων τε καὶ διαθέσεων ἐπαύραιντο τῆς ἐλπίδος, ὡς οὔτ' ἀμηχάνου καθεστώσης αὐτοῖς οὔτε τοὐναντίον εἰκῇ περιγινομένης. ἀλλ' ὅνπερ τρόπον ἔχει τὸ τῶν ἀθλητῶν, ἵνα μικρὰ καὶ ἐπίκηρα μεγάλοις καὶ ἀφθάρτοις παραβάλωμεν, τουτὶ καὶ ἐφ' ἑαυτοῦ ὁ κατὰ κόσμον πλουτῶν λογιζέσθω. καὶ γὰρ ἐκείνων ὁ μὲν ὅτι δυνήσεται νικᾶν καὶ στεφάνων τυγχάνειν ἀπελπίσας οὐδ' ὅλως ἐπὶ τὴν ἄθλησιν ἀπεγράψατο, ὁ δὲ ταύτην μὲν ἐμβαλόμενος τῇ γνώμῃ τὴν ἐλπίδα, πόνους δὲ καὶ γυμνάσια καὶ τροφὰς μὴ προσιέμενος προσφόρους, ἀστεφάνωτος διεγένετο καὶ διήμαρτε τῶν ἐλπίδων. οὕτως τις καὶ τὴν ἐπίγειον ταύτην περιβεβλημένος περιβολὴν μήτε τὴν ἀρχὴν ἑαυτὸν τῶν ἄθλων τοῦ σωτῆρος ἐκκηρυσσέτω, πιστός γε ὢν καὶ τὸ μεγαλεῖον συνορῶν τῆς τοῦ θεοῦ φιλανθρωπίας, μήτε μὴν αὖθις ἀνάσκητος καὶ ἀναγώνιστος μείνας ἀκονιτὶ κἀνιδρωτὶ τῶν στεφάνων τῆς ἀφθαρσίας ἐλπιζέτω μεταλαβεῖν· ἀλλ' αὑτὸν ὑποβαλέτω φέρων γυμναστῇ μὲν τῷ λόγῳ, ἀγωνοθέτῃ δὲ τῷ Χριστῷ· τροφὴ δὲ αὐτῷ καὶ ποτὸν γενέσθω τεταγμένον ἡ καινὴ διαθήκη τοῦ κυρίου, γυμνάσια δὲ αἱ ἐντολαί, εὐσχημοσύνη δὲ καὶ κόσμος αἱ καλαὶ διαθέσεις, ἀγάπη, πίστις. ἐλπίς, γνῶσις ἀληθείας, .........., πραότης, εὐσπλαγχνία, σεμνότης, ἵν', ὅταν <ἡ> ἐσχάτη σάλπιγξ ὑποσημήνῃ τοῦ δρόμου καὶ τῆς ἐντεῦθεν ἐξόδου καθάπερ ἐκ σταδίου τοῦ βίου, μετ' ἀγαθοῦ τοῦ συνειδότος τῷ ἀθλοθέτῃ παραστῇ νικηφόρος, ὡμολογημένος τῆς ἄνω πατρίδος ἄξιος, εἰς ἣν μετὰ στεφάνων καὶ κηρυγμάτων ἀγγελικῶν ἐπανέρχεται.

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Quis dives salvetur
Übersetzungen dieses Werks
Salvation of the Rich Man vergleichen
Welcher Reiche wird gerettet werden? (BKV) vergleichen
Kommentare zu diesem Werk
Elucidations on the Salvation of the Rich Man
Introductory Note to Clement of Alexandria

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2023 Gregor Emmenegger
Impressum
Datenschutzerklärung