• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Epistle of Barnabas (100) Epistula Barnabae Barnabas (Lightfoot)

2.

1. Ἡμερῶν οὖν οὐσῶν πονηρῶν καὶ αὐτοῦ τοῦἐνεργοῦντος ἔχοντος τὴν ἐξουσίαν, ὀφείλομενἑαυτοῖς προσέχοντες ἐκζητεῖν τὰ δικαιώματακυρίου, 2. τῆς οὖν πίστεως ἡμῶν εἰσιν βοηθοὶφόβος καὶ ὑπομονή, τὰ δὲ συμμαχοῦντα ἡμῖνμακροθυμία καὶ ἐγκράτεια· 3. τούτων οὖν μενόντωντὰ πρὸς κύριον ἁγνῶς, συνευφραίνονται[P. 344]()αὐτοῖς σοφία, σύνεσις, ἐπιστήμη, γνῶσις. 4. πεφανέρωκενγὰρ ἡμῖν διὰ πάντων τῶν προφητῶν,ὅτι οὕτε θυσιῶν οὔτε ὁλοκαυτωμάτων οὔτε προσφορῶνχρῄζει, λέγων ὅτε μέν· 5. Τί μοι πλῆθος1 τῶν θυσιῶν ὑμῶν; λέγει κύριος. πλήρης εἰμὶὁλοκαυτωμάτων, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρωνκαὶ τράγων οὐ βούλομαι, οὐδ̓ ἂν ἔρχησθε ὀφθῆναίμοι, τίς γὰρ ἐξεζήτησεν ταῦτα ἐκ τῶν χειρῶνὑμῶν; πατεῖν μου τὴν αὐλὴν οὐ προσθήσεσθε.ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμάμοί ἐστιν· τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββαταοὐκ ἀνέχομαι. 6. ταῦτα οὖν κατήργησεν, ἵνα ὁκαινὸς νόμος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,ἄνευ ζυγοῦ ἀνάγκης ὤν, μὴ ἀνθρωποποίητον ἔχῃτὴν προσφοράν. 7. λέγει δὲ πάλιν πρὸς αὐτούς·Μὴ ἐγὼ ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐκπορευομένοις2 ἐκ γῆς Αἰγύπτου, προσενέγκαι μοιὁλοκαυτώματα καὶ θυσίας; 8. ἀλλ̓ ἡ τοῦτοἐνετειλάμην αὐτοῖς· ἕκαστος ὑμῶν κατὰ τοῦ3 πλησίον ἐν τῇ καρδίᾳ ἑαυτοῦ κακίαν μὴ μνησικακείτω,καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε. 9. αἰσθάνεσθαιοὖν ὀφείλομεν, μὴ ὄντες ἀσύνετοι, τὴνγνώμην τῆς ἀγαθωσύνης τοῦ πατρὸς ἡμῶν, ὅτ̓ἡμῖν λέγει, θέλων ἡμᾶς μὴ ὁμοίως πλανωμένους4 ἐκείνοις ζητεῖν, πῶς προσάγωμεν αὐτῷ. 10. ἡμῖνοὖν οὕτως λέγει· Θυσία τῷ κυρίῳ5 καρδία συντετριμμένη,ὀσμὴ εὐωδίας τῷ κυρίῳ καρδία δοξάζουσατὸν πεπλακότα αὐτήν. ἀκριβεύεσθαι οὖνὀφείλομεν, ἀδελφοί, περὶ τῆς σωτηρίας ἡμῶν, ἵναP. 346 μὴ ὁ πονηρὸς παρείσδυσιν πλάνης ποιήσας ἐνἡμῖν ἐκσφενδονήσῃ ἡμᾶς ἀπὸ τῆς ζωῆς ἡμῶν.


  1. Is. 1, 1-15 ↩

  2. Jer. 7. 22, 23 ↩

  3. Zech 9, 17 ↩

  4. Ps. 31, 19 ↩

  5. tw= kuri/w| CL, tw= qew| N (LXX). ↩

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Barnabas (Lightfoot)
Translations of this Work
Barnabasbrief (BKV) Compare
Épître de Barnabé Compare
The Epistle of Barnabas Compare
Commentaries for this Work
Einleitung zum Barnabasbrief
Introductory Note to the Epistle of Barnabas

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2023 Gregor Emmenegger
Imprint
Privacy policy