• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Epiphanius of Salamis (315-403) Anakephalaiosis Anacephalaeosis

Τάδε ἔνεστι καὶ ἐν τῷ δευτέρῳ τόμῳ τοῦ αὐτοῦ δευτέρου βιβλίου,

πέμπτῳ δὲ ὄντι κατὰ τὸν προειρημένον ἀριθμόν,

ἐν ᾧ εἰσιν αἱρέσεις πέντε οὕτως·

ξε´. <Παυλιανισταὶ ἀπὸ> Παύλου τοῦ Σαμοσατέως ἐπισκόπου γενομένου Ἀντιοχείας τῆς μεγάλης. οὗτος ἀνύπαρκτον τὸν Χριστὸν ὀλίγου δεῖν διαβεβαιοῦται, λόγον προφορικὸν αὐτὸν σχηματίσας, ἀπὸ δὲ Μαρίας καὶ δεῦρο εἶναι, προκαταγγελτικῶς τὰ περὶ αὐτοῦ ἐν ταῖς θείαις γραφαῖς εἰρημένα ἔχοντα, μὴ προόντα δέ, ἀλλὰ ἀπὸ Μαρίας καὶ δεῦρο διὰ τῆς ἐνσάρκου παρουσίας <γεγονότα>.

ξϚ´. Μανιχαῖοι, οἱ καὶ Ἀκουανῖται, οἱ τοῦ Μάνη μαθηταὶ τοῦ Πέρσου, Χριστὸν σχήματι λέγοντες, ἥλιον δὲ σέβοντες καὶ σελήνην, ἄστροις τε καὶ δυνάμεσι καὶ δαίμοσιν εὐχόμενοι, ἀρχὰς δύο εἰσάγοντες, πονηράν τε καὶ ἀγαθήν, ἀεὶ οὔσας· Χριστὸν δὲ δοκήσει πεφηνέναι καὶ δοκήσει πεπονθέναι· παλαιὰν διαθήκην βλασφημοῦντες καὶ τὸν ἐν αὐτῇ λαλήσαντα θεόν, κόσμον δὲ οὐ τὸν πάντα, ἀλλὰ μέρος ἐκ θεοῦ γεγενῆσθαι ὁριζόμενοι.

ξζ´. Ἱερακῖται, οἱ ἀπὸ Ἱέρακος τοῦ Λεοντοπολίτου τῆς Αἰγύπτου, ἐξηγητοῦ τινος, σαρκὸς ἀνάστασιν ἀθετοῦντες, χρώμενοι δὲ παλαιᾷ καὶ νέᾳ διαθήκῃ, καὶ ἀπαγορεύοντες γάμον παντελῶς, μονάζοντας δὲ καὶ παρθένους δεχόμενοι καὶ ἐγκρατευομένους καὶ χήρους. τὰ δὲ μηδέπω ἐν ἡλικίᾳ γεγονότα παιδία βασιλείας μὴ μετέχειν διὰ τὸ μὴ ἠθληκέναι.

ξη´. Μελιτιανοί, οἱ ἐν Αἰγύπτῳ, σχίσμα ὄντες ἀλλ’ οὐχ αἵρεσις. μὴ συνευξάμενοι τοῖς ἐν τῷ διωγμῷ παραπεπτωκόσι, νῦν δὲ Ἀρειανοῖς συναφθέντες.

ξθ´. Ἀρειανοί, οἱ καὶ Ἀρειομανῖται, οἱ τὸν υἱὸν τοῦ θεοῦ κτίσμα λέγοντες καὶ τὸ πνεῦμα τὸ ἅγιον κτίσμα κτίσματος, σάρκα μόνον τὸν σωτῆρα ἀπὸ Μαρίας εἰληφέναι διαβεβαιούμενοι καὶ οὐχὶ ψυχήν. ἦν δὲ οὗτος ὁ Ἄρειος πρεσβύτερος Ἀλεξάνδρου ἐπισκόπου Ἀλεξανδρείας.

Αὕτη καὶ ἡ τοῦ δευτέρου βιβλίου τοῦ δευτέρου τόμου, πέμπτου δὲ ἀπ’ ἀρχῆς τῆς ἀκολουθίας ὄντος ἀνακεφαλαίωσις αἱρέσεων πέντε.

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Anacephalaeosis
Translations of this Work
Anakephalaiosis (Auszug aus dem Panarion) (BKV) Compare

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2023 Gregor Emmenegger
Imprint
Privacy policy