II. 13.
Ὅτι δὲ τὰ περὶ τοῦ τέλους αὐτο πάντα κατεστοχάσαντο, [10] ἐξ ἑτέρου κεφαλαίοῦ τοῦτ᾿ ἀποδειχθήσεται· γράφει γὰρ Ἰωάννης· ἐπὶ δε τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἰδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, ἀλλ᾿ εἷς τῶν στρατιωτῶν λόγχη ἔννξεν αὐτοῦ τὴν πλευράν· καὶ ἐξῆλθεν εὐθυς αἷμα καὶ ὕδωρ· μόνος γὰρ τοῦτ᾿ εἴρηκεν ὁ Ἰωάννης, τῶν δὲ άλλων [15] οὐδείς· διὰ καὶ αὐτὸς ἑαυτῷ βούλεται μαρτνρεῖν λέγων· καὶ ὁ ἑωρακῶς μεμαρτύρηκε, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία. ὅπερ δοκε μοι τουτὶ κέπφου τνγχάνειν τὸ ῥῆμα· πῶς γὰρ ἀληθινὴ ἡ μαρτυρία τοῦ περὶ οὗ ἡ μαρτυρία μὴ ὑφεστῶτος; μαρτυρεῖ γάρ τις περί τοῦ ὄντος· περὶ δὲ τοῦ μὴ ὄντος πῶς [20] ἂν λεχθῇ μαρτυρία;1
-
17 ὥσπερ δοκεῖ vult Blondel in nota — τυγχάνει Cod
11 ff Joh. 19, 33. 34 (αὐτὸν ἤδη « D etc., ἤδη αὐτόν BL etc.; ἔνυξεν hoc loco solus noster praebet)
15 f Joh. 19, 35 ↩
