III Praef.
[Τρίτον ἡμῖν τουτονὶ συμβαλὼν ὁ περίβλεπτος ἀγῶνα παρεσκεύασε
[25] θέατρον ἐγείρας ἀκροατῶν ἐπίσημον, ὅπερ δῆλον, ὦ Θεόσθενες, τῇ σῇ
ποιοῦμεν ἀσυγκρίτῳ σοφίᾳ τὰς ἐκ προνοίας αἠιοῦ προτάσεις, ὠς ἔνι,
διηγούμενοι. γενομένων γὰρ ἡμῶν ἐν σχολαίῳ τόπῳ ἡμέραν διαλεγόμενοι
πολλὴν εἰργασάμεθα, πολὺν δ’ ἡμῖν τὸν λόφον τῆς Ἀττικῆς ῥήτρας
ἐπικυλίειν ἤρξατο, ὡς ἀγωνιᾶσθαι μικροῦ καὶ τῶν συγκαθημένων τὸν ·
[30] ἱκανώτατον ὅμιλον, φοβερὸν ὡς εἴδον ἐπισκυνίου σόβητρον. ἐντεῦθεν γοῦν ἡμᾶς
ὡς ἀπὸ πρανοῦς τινος καταβαίνων τρόχαλος, ῥύμῃ τῆς γλώττης δονούμενος,
ἐπτόει. ἀρχή δ᾿ αὐτῷ τοῦ λόγου πρὸς ἡμᾶς αὕτη γέγονεν.]1
-
29 ἀγονιᾶθαι Cod
30 ἐπισκηνίου Cod, corr. Blondel ↩
