• Start
  • Werke
  • Einführung Anleitung Mitarbeit Sponsoren / Mitarbeiter Copyrights Kontakt Impressum
Bibliothek der Kirchenväter
Suche
DE EN FR
Werke Makarios Magnes Kritik des Neuen Testaments

II, 14.

Ἔστι καὶ ἕτερος λόγος δυνάμενος σαθρὰν ταύτην ἐλέγξαι τὴν δόξαν, ὁ περὶ τῆς ἀναστάσεως αὐτοῦ τῆς πανταχοῦ θρυλουμένης· τίνος χάριν ὁ Ἰησοῦς μετὰ τὸ παθεῖν αῦτόν, ὥς φατε,1 S. 26 καὶ ἀναsτῆναι oὐκ ἐμφανίζεται Πιλάτῳ τῳ κολάσαντι αὐτὸν καὶ λέγοντι μηδὲν ἄξιον πεπραχέναι θανάτου, ἢ Ἡρώδῃ τῷ τῶν Ἰουδαίων βασιλεῖ, ἢ τῷ ἀρχιερεῖ τῆς Ἰουδαϊκῆς φατρίας, ἢ πολλοῖς ἅμα καὶ ἀξιοπίστοις καὶ μάλιστα Ῥωμαίων τῇ τε [5] βουλῇ καὶ τῷ δήμῳ, ἵνα τὰ κατ᾿ αὐτὸν θαυμάσαντες μὴ δόγμάτι κοινῷ καταψηφίσωνται θάνατον ὡς ἀσεβῶν τῶν πειθομενών αὐτῷ; ἀλλ᾿ ἐμφανίζει τῇ Μαγδαληνῇ Μαρίᾳ γνναικὶ χυδαίᾳ καὶ ἀπὸ κωμυδρίου λνπροτάτου τινὸς ὡρμωμένη καὶ ὑπὸ ἑπτὰ δαιμόνων κατασθείσῃ ποτέ, μετ᾿ ἐκείνης δὲ καὶ [10] ἄλλῃ Μαρίᾳ, ἀφανεστάτῳ καὶ αὐτῷ γυναίῳ κωμητικῷ, καὶ ἄλλοις ὀλίγοις οὐ σφόδρα ἐπισήμοις, καίτοι φάοκοντος Ματθαίου τῷ ἀρχιερεῖ τῶν ’Ιουδαίων προειρηκέναι τὸν Ἰησοῦν, ἀπάρτι, λέγοντα, ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐν δεξιᾷ τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν. εἰ [15] γὰρ ἦν ἐμφανίσας ἀνδράσιν ἐπισήμοις, δἰ αὐτῶν πάντες ἂν ἐπίστευον καὶ οὐδεὶς ἂν τῶν δικαστῶν ὡς μύθους ἀλλοκότους ἀναπλάττοντας ἐκόλαζεν· οὐδὲ γὰρ θεῷ δήπουθεν ἀρεστὸν ἀλλ᾿ οὐδὲ ἀνθρώπῳ συνετῷ πολλοὺς δἰ αὐτὸν ταῖς ἀνωτάτω τιμωρίαις ύποβληθῆναι.2


  1. 24 ὥς φάτε fort, post ἀναστῆναι statuendum ↩

  2. 8 ὡρμωμένην Cod

    12 τὸν Ἰησοῦν addidi

    18 λέγων Cod

    17 (ἐκόλαζεν) αὐτούς

    2 Luk. 23,15

    7 f Mark. 16, 9; Joh. 20,11 ff

    10 Matth. 28, 9

    11 ff Matth. 26, 64 cum parall. (ἐκ δεξιῶν et ἐπὶ τ. νεφ. Matth., μετὰ Mark. 14, 62)  ↩

pattern
  Drucken   Fehler melden
  • Text anzeigen
  • Bibliographische Angabe
  • Scans dieser Version
Editionen dieses Werks
Kritik des Neuen Testaments
Übersetzungen dieses Werks
Die Quästionen des griechischen Philosophen vergleichen
Kommentare zu diesem Werk
Kommentar zur Kritik des Neuen Testaments

Inhaltsangabe

Theologische Fakultät, Patristik und Geschichte der alten Kirche
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2023 Gregor Emmenegger
Impressum
Datenschutzerklärung