• Home
  • Works
  • Introduction Guide Collaboration Sponsors / Collaborators Copyrights Contact Imprint
Bibliothek der Kirchenväter
Search
DE EN FR
Works Epistle of Barnabas (100) Epistula Barnabae Barnabas (Lightfoot)

3.

1. Λέγει οὖν πάλιν περὶ τούτων πρὸς αὐτούς·Ἱνατί μοι νηστεύετε, λέγει κύριος, ὡς σήμερονἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν; οὐ ταύτηντὴν νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει κύριος, οὐκἄνθρωπον ταπεινοῦντα τὴν ψυχὴν αὐτοῦ, 2. οὐδ̓ἂν κάμψητε ὡς κρίκον τὸν τράχηλον ὑμῶν καὶσάκκον ἐνδύσησθε καὶ σποδὸν ὑποστρώσητε, οὐδ̓οὕτως καλέσετε νηστείαν δεκτήν. 3. πρὸς ἡμᾶς1 δὲ λέγει· Ἰδοὺ αὕτη ἡ νηστεία, ἣν ἐγὼ ἐξελεξάμην,λέγει κύριος· λύε πάντα σύνδεσμον ἀδικίας,διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων,ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει καὶ πᾶσανἄδικον συγγραφὴν διάσπα. διάθρυπτε πεινῶσιντὸν ἄρτον σου, καὶ γυμνὸν ἐὰν ἴδῃς περίβαλε·ἀστέγους εἴσαγε εἰς τὸν οἶκον σου, καὶ ἐὰν ἴδῃςταπεινόν, οὐχ ὑπερόψῃ αὐτόν, οὐδὲ ἀπὸ τῶνοἰκείων τοῦ σπέρματός σου. 4. τότε ῥαγήσεταιπρώϊμον τὸ φῶς σου, καὶ τὰ ἱμάτιά2 σου ταχέωςἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡδικαιοσύνη, καὶ ἡ δόξα τοῦ θεοῦ περιστελεῖ σε. 5. τότε βοήσεις, καὶ ὁ θεὸς ἐπακούσεταί σου, ἔτιλαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι· ἐὰν ἀφέλῃςP. 348 ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ῥῆμα γογγυσμοῦ,καὶ δῷς πεινῶντι τὸν ἄρτον σου ἐκ ψυχῆςσου καὶ ψυχὴν τεταπεινωμένην ἐλεήσῃς. 6. εἰςτοῦτο οὖν, ἀδελφοί, ὁ μακρόθυμος προβλέψας, ὡςἐν ἀκεραιοσύνῃ πιστεύσει ὁ λαός, ὃν ἡτοίμασεν ἐντῷ ἠγαπημένῳ αὐτοῦ, προεφανέρωσεν ἡμῖν περὶπάντων, ἵνα μὴ προσρησσώμεθα ὡς ἐπήλυτοι3 τῷ ἐκείνων νόμῳ.


  1. Is. 59, 6-10 ↩

  2. i(ma/tia S CL, i(a/mata S Corr. (healings) (LXX). This correction, shich Lightfoot accepts, is no donbt shat Barnabas meant, but the MSS. evidence suggests that it is not shat he srote. ↩

  3. e)ph/lutoi S, prosh/lutoi C, proselytae L; the use of the sords in Philo suggests that they both mean proselytes, so that the ovidence of L is ambiguous. ↩

pattern
  Print   Report an error
  • Show the text
  • Bibliographic Reference
  • Scans for this version
Editions of this Work
Barnabas (Lightfoot)
Translations of this Work
Barnabasbrief (BKV) Compare
Épître de Barnabé Compare
The Epistle of Barnabas Compare
Commentaries for this Work
Einleitung zum Barnabasbrief
Introductory Note to the Epistle of Barnabas

Contents

Faculty of Theology, Patristics and History of the Early Church
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2023 Gregor Emmenegger
Imprint
Privacy policy