• Accueil
  • Œuvres
  • Introduction Instructions Collaboration Sponsors / Collaborateurs Copyrights Contact Mentions légales
Bibliothek der Kirchenväter
Recherche
DE EN FR
Œuvres Makarios Magnes Kritik des Neuen Testaments

II, 15.

[20] Eἰ δέ τις κἀκείνην τὴν γεγραμμένην ἐν τῷ εὐαγγελίῳ τερθρείαν ἀναγνῷ, σφόδρα εἴσεται τερατολογίαν εἶναι τὰ εἰρημένα, ἔνθα φησί· νῦν κρίσις ἐστὶ τοῦ κόσμου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου βληθήσεται ἔξω. εἰπὲ γάρ μοι [25] πρὸς θεοῦ, τίς ἡ κρίσις ἡ τότε γινομένη, καὶ τίς ὁ ἄρχων τοῦ κόσμου ὁ βληθεὶς ἔξω; εἰ μἐν γὰρ ἐρεῖτε· τὸν αὐτοκράτορα, ἀλλ᾿ οὐκ ἔστι μόνος ἄρχων, ἀλλ᾿ οὐδ’ ἐβλήθη κάτω· πολλοὶ1 S. 28 γὰρ ἄρχουσι τοῦ κόσμου· εἰ δὲ νοητόν τινα καὶ ἀσώματον, οὐ δυνατὸν βληθῆναι ἔξω· ποῦ γὰρ βληθῆ ἄρχών τυγχάνων τοῦ κόσμου; Εἰ μὲν γὰρ ἄλλον λέξετέ που κόσμον ὑφεστάναι, εἰς ὃν ὁ ἄρχών βληθήσεται, ἐκ πιθανῆς ἡμῖν ἱστορίας τοῦτο [5] εἴπατε· εἰ δ᾿ οὐκ ἔοτιν ἄλλος, ἐπεὶ μηδὲ δυνατὸν κόσμους ὑφεστάναι δύο, ποῦ βληθῇ ὁ ἄρχων, εἰ μήτι γε ἐν αὐτῷ, ἐν ᾧ τνγχάνων ἐτίν; καὶ πῶς, ἐν ᾧ τις ἔστιν, ἐν αὐτῷ καταβάλλεται; εἰ μήτι κατὰ τὸ κεραμεοῦν ἄγγος, ὁ συνντριβὲν καὶ τὸ ἐν αὐτῷ ἔξω βληθήναι ποιεῖ — ὅμως οὐκ εἰς κενὸν ἀλλ᾿ εἰς [10] ἕτερον σῶμα, ἀέρος ἢ γῆς, εἰ τύχοι, ἢ ἄλλου τινός, εἰ γοῦν ὁμοίως, ὅπερ ἀδύνατον, συντριβέντος τοῦ κόομου ὁ ἐν αὐτῷ βληθήσεται ἔξω, καὶ ποῖος ἔξω χῶρος, εἰς ὃν ἐκβληθήσεται; τί δè` καὶ τὸ ἴδιον ἐν ἐκείνῳ τθ῀ χώρῳ, πόσον ἢ ποῖον ὕψος ἢ βάθος ἢ μῆκος ἢ πλάτος; εἰ γὰρ ταῦτ᾿ ἐν αὐτῷ, κόσμος [15] ἔσται ταῦτ᾿ ἔχων. τίς δὲ ἡ αἰτία βληθῆναι τὸν ἄρχοντα ἔξω ὡς ξένον τοῦ κόσμου; καὶ πῶς ξένος ὢν ἤρξε; πῶς δ᾿ἐκβάλλεται; ἑκὼν ἢ ἄκων; ἄκων δηλονότι· ἀπὸ γὰρ τῆς λέξεως φανερὸν τὸ λεγόμενον· τὸ γὰρ ἐκβαλλόμενον ά᾿ἀκουσίως ἐβάλλεται· ἀλλ᾿ ὁ βιαζόμενος, οὐχ ὁ τὴν βίαν ὑπομένων, ἀδικῖ. [20] καὶ τὴν μὲν τοιαύτην τῶν εὐαγγελίων ἀσάφειαν γυναίοις, οὐκ ἀνδράσι, παραχωρεῖν δίκαιον· εἰ γὰρ θέλοιμεν τὰ τοιαῦτα ζητεῖν ἀκριβέστερον, εὑρήσομεν μυρίας ἀσαφεῖς διηγήσεις λόγου μηδὲν κατεχούσας ἕρμαιον.2


  1. 27 κάτω] ν. 24. 26 et infra p. 28, 2. 9. 12. 15 ἔξω, sed vide Macarium ipsum ρ. 37: ἔξω,ἤ, ὡς ἔχει τινὰ τῶν ἀντιγράφων· »βληθήσεται κάτω«, quam ectionem praebent 22eν, Chrysost. 8, 461, b, e, ff2, 1, Ambrosiaster, cf. Gaudent. 12, 963: »mittetur deorsum sive expelletur foras, ut in Graecis exemplaribus legimus .... in Graeco positum est ἔξω i. e. foras«

    23 f Joh. 12, 31 (cum nostro D, b g 1 vg om. primo loco τούτου post κόσμου — βληθήσεται D, a c, ἐκβληθήσεται cett.)  ↩

  2. 4 ὃν Cod, Blondel, ὃν δὲ ego

    7 f ἐv αὐτῷ καταβάλλεται] ν. 12: εἰς ὃv ἐκβληθήσεται, tamen non muto

    8 κὰι abundat

    15 αἰτία Cod, Blondel, ἡ αἰτία ego

    13 f Eph. 3,18: πλάτος κ. μῆκος κ. ὕψος κ. βάθος  ↩

pattern
  Imprimer   Rapporter une erreur
  • Afficher le texte
  • Référence bibliographique
  • Scans de cette version
Les éditions de cette œuvre
Kritik des Neuen Testaments
Traductions de cette œuvre
Die Quästionen des griechischen Philosophen Comparer
Commentaires sur cette œuvre
Kommentar zur Kritik des Neuen Testaments

Table des matières

Faculté de théologie, Patristique et histoire de l'Église ancienne
Miséricorde, Av. Europe 20, CH 1700 Fribourg

© 2023 Gregor Emmenegger
Mentions légales
Politique de confidentialité